Δευτέρα 23 Δεκεμβρίου 2013

ΠΑΡΑΜΟΝΗ ΤΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ

Ἀπολυτίκιον.
Ἀπεγράφετο ποτέ, σὺν τῷ πρεσβευτῇ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαβίδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν· ἐπέστη δὲ καιρός, ὁ τῆς Γεννήσεως, καὶ τόπος ἦν οὐδείς, τῷ καταλύματι, ἀλλ’ ὡς τερπνὸν παλάτιον τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν ἀναστήσων εἰκόνα.

Κοντάκιον.
Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως, Χόρευε, ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον, μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

Μεγαλυνάριον.Φάτνη ἑτοιμάζου τὰ τῆς δοχῆς, σπεύσατε Ποιμένες, καὶ οἱ Μάγοι ἐκ τῶν Περσῶν, σὺν τοῖς Ἀσωμάτοις, ἐν Βηθλεὲμ βοῆσαι· Δόξα τῷ τικτομένῳ, σῶσαι τὰ σύμπαντα.

Πηγή:  synaxarion.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου